ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ 28-01-2018

Ἀπόστολος.
Κυριακῆς ΛΓ´ Ἐπιστολῶν. Προκείμενον ἦχος α’.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς.
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.
Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν ᾽Αντιοχείᾳ, ἐν ᾽Ικονίῳ, ἐν Λύστροις΄ οἵους διωγμοὺς ὑπήνεγκα• καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ ᾽Ιησοῦ διωχθήσονται• πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔμαθες, καὶ ὅτι ἐκ βρέφους [τὰ] ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ ᾽Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.
λληλούϊα. (γ’)

Εὐαγγέλιον. 
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ῎Ανθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο΄ ῾Ο Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων΄ ῾Ο Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

DOWNLOAD PDF HERE!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου